Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.141 Joseph. AJ 9.146 (English) >>Joseph. AJ 9.151

9.144οἱ δʼ ἄνδρες, οὓς ἱερεὺς Ἰώδας κοινωνοὺς τῆς πράξεως παρειλήφει, περιπορευθέντες ἅπασαν τὴν χώραν τοὺς ἱερεῖς καὶ τοὺς Ληουίτας ἐξ αὐτῆς ἀθροίσαντες καὶ τοὺς τῶν φυλῶν προεστηκότας ἧκον ἄγοντες εἰς Ἱεροσόλυμα πρὸς τὸν ἀρχιερέα. 9.145 δὲ πίστιν ᾔτησεν αὐτοὺς ἔνορκον, μὴν φυλάξειν ὅπερ ἂν μάθωσιν ἀπόρρητον παρʼ αὐτοῦ σιωπῆς ἅμα καὶ συμπράξεως δεόμενον. ὡς δʼ ἀσφαλὲς αὐτῷ λέγειν ὀμωμοκότων ἐγένετο παραγαγὼν ὃν ἐκ τοῦ Δαυίδου γένους ἔτρεφενοὗτος ἡμῖν, εἶπε, βασιλεὺς ἐξ ἐκείνης τῆς οἰκίας, ἣν ἴστε τὸν θεὸν ἡμῖν προφητεύσαντα βασιλεύσειν ἄχρι τοῦ παντὸς χρόνου. 9.146παραινῶ δὲ τὴν τρίτην ὑμῶν μοῖραν φυλάττειν αὐτὸν ἐν τῷ ἱερῷ, τὴν δὲ τρίτην ταῖς πύλαις ἐφεστάναι τοῦ τεμένους ἁπάσαις, δὲ μετὰ ταύτην ἐχέτω τὴν τῆς ἀνοιγομένης καὶ φερούσης εἰς τὸ βασίλειον πύλης φυλακήν· τὸ δὲ ἄλλο πλῆθος ἄοπλον ἐν τῷ ἱερῷ τυγχανέτω· 9.147μηδένα δʼ εἰσελθεῖν ὁπλίτην ἐάσητε μόνον ἱερέα.” προσδιέταξε δὲ τούτοις μέρος τι τῶν ἱερέων καὶ Ληουίτας περὶ αὐτὸν εἶναι τὸν βασιλέα ταῖς μαχαίραις ἐσπασμέναις αὐτὸν δορυφοροῦντας, τὸν δὲ τολμήσαντα παρελθεῖν εἰς τὸ ἱερὸν ὡπλισμένον ἀναιρεῖσθαι παραυτίκα· 9.148δείσαντας δὲ μηδὲν παραμεῖναι τῇ φυλακῇ τοῦ βασιλέως. καὶ οἱ μὲν οἷς ἀρχιερεὺς συνεβούλευσεν τούτοις πεισθέντες ἔργῳ τὴν προαίρεσιν ἐδήλουν. ἀνοίξας δὲ Ἰώδας τὴν ἐν τῷ ἱερῷ ὁπλοθήκην, ἣν Δαυίδης κατεσκεύασε, διεμέρισε τοῖς ἑκατοντάρχαις ἅμα καὶ ἱερεῦσι καὶ Ληουίταις ἅπανθʼ ὅσʼ εὗρεν ἐν αὐτῇ δόρατά τε καὶ φαρέτρας καὶ εἴ τι ἕτερον εἶδος ὅπλου κατέλαβε, καὶ καθωπλισμένους ἔστησεν ἐν κύκλῳ περὶ τὸ ἱερὸν συναψαμένους τὴν χεῖρα καὶ τὴν εἴσοδον τοῖς οὐ προσήκουσιν οὕτως ἀποτειχίσοντας.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.141 Joseph. AJ 9.146 (English) >>Joseph. AJ 9.151

Powered by PhiloLogic